Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.23.2 | Hdt. 5.24.3 (English) | >>Hdt. 5.25.1 |
5.24.1
ταῦτα λέγων ὁ Μεγάβαζος εὐπετέως ἔπειθε Δαρεῖον ὡς εὖ προορῶν τὸ μέλλον γίνεσθαι . μετὰ δὲ πέμψας ἄγγελον ἐς τὴν Μύρκινον ὁ Δαρεῖος ἔλεγε τάδε · “Ἱστιαῖε , βασιλεὺς Δαρεῖος τάδε λέγει . ἐγὼ φροντίζων εὑρίσκω ἐμοί τε καὶ τοῖσι ἐμοῖσι πρήγμασι εἶναι οὐδένα σεῦ ἄνδρα εὐνοέστερον · τοῦτο δὲ οὐ λόγοισι ἀλλʼ ἔργοισι οἶδα μαθών .
5.24.2 νῦν ὦν , ἐπινοέω γὰρ πρήγματα μεγάλα κατεργάσασθαι , ἀπίκεό μοι πάντως , ἵνα τοι αὐτὰ ὑπερθέωμαι .” τούτοισι τοῖσι ἔπεσι πιστεύσας ὁ Ἱστιαῖος , καὶ ἅμα μέγα ποιεύμενος βασιλέος σύμβουλος γενέσθαι , ἀπίκετο ἐς τὰς Σάρδις ·
5.24.3 ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖος τάδε · “Ἱστιαῖε , ἐγώ σε μετεπεμψάμην τῶνδε εἵνεκεν . ἐπείτε τάχιστα ἐνόστησα ἀπὸ Σκυθέων καὶ σύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν , οὐδέν κω ἄλλο χρῆμα οὕτω ἐν βραχέι ἐπεζήτησα ὡς σὲ ἰδεῖν τε καὶ ἐς λόγους μοι ἀπικέσθαι , ἐγνωκὼς ὅτι κτημάτων πάντων ἐστὶ τιμιώτατον ἀνὴρ φίλος συνετός τε καὶ εὔνοος , τά τοι ἐγὼ καὶ ἀμφότερα συνειδὼς ἔχω μαρτυρέειν ἐς πρήγματα τὰ ἐμά .
5.24.4 νῦν ὦν , εὖ γὰρ ἐποίησας ἀπικόμενος , τάδε τοι ἐγὼ προτείνομαι · Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιστον ἐν Θρηίκῃ πόλιν , σὺ δέ μοι ἑπόμενος ἐς Σοῦσα ἔχε τά περ ἂν ἐγὼ ἔχω , ἐμός τε σύσσιτος ἐὼν καὶ σύμβουλος .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.23.2 | Hdt. 5.24.3 (English) | >>Hdt. 5.25.1 |